Add parallel Print Page Options

38 ἦν δὲ καὶ [a]ἐπιγραφὴ ἐπ’ [b]αὐτῷ· Ὁ βασιλεὺς τῶν Ἰουδαίων [c]οὗτος.

39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν [d]λέγων· [e]Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος [f]ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ [g]ἔλεγεν· Ἰησοῦ, μνήσθητί [h]μου ὅταν ἔλθῃς [i]ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν [j]αὐτῷ· Ἀμήν [k]σοι λέγω σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 ἐπιγραφὴ WH NIV ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 αὐτῷ WH Treg NIV ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:38 οὗτος WH Treg NIV ] – RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 λέγων Treg NIV RP ] – WH
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:39 Οὐχὶ WH Treg NIV ] Εἰ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:40 ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NIV ] ἐπετίμα αὐτῷ λέγων RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἔλεγεν WH Treg NIV ] + τᾠ RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 μου WH Treg NIV ] + κύριε RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:42 ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NIV
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 αὐτῷ WH NIV ] + ὁ Ἰησοῦς Treg RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 23:43 σοι λέγω WH Treg NIV ] λέγω σοι RP